Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.1 Dem. 23.5 (English) >>Dem. 23.8

23.4εἰκότως δʼ ἄν, ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετʼ εὐνοίας ἀκούσαιθʼ λέγω. ἐπειδὴ γάρ, οὐχὶ τῶν ἐνοχλούντων ὑμᾶς οὐδὲ τῶν πολιτευομένων καὶ πιστευομένων παρʼ ὑμῖν ὤν, πρᾶγμα τηλικοῦτόν φημι δείξειν πεπραγμένον, ἐάν, ὅσον ἐστὶν ἐν ὑμῖν, συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε, τοῦτό τε σώσετε καὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν. οἰήσεται δέ, ἂν μὴ χαλεπὸν εἶναι νομίζῃ τὸ παρʼ ὑμῖν λόγου τυχεῖν. 23.5νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς, βελτίοσι δʼ ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν. ἐγὼ γοῦν (ὀμνύω τοὺς θεοὺς ἅπαντας) ἀπώκνησʼ ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν, εἰ μὴ πάνυ τῶν αἰσχρῶν ἐνόμιζον εἶναι νῦν μὲν ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι, πρᾶγμʼ ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους, πρότερον δέ, ὅτʼ ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον, εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην.

23.6οὐκ ἀγνοῶ μὲν οὖν ὅτι τὸν Χαρίδημον εὐεργέτην εἶναί τινες τῆς πόλεως οἴονται· ἐγὼ δέ, ἄν περ βούλομαί τε καὶ οἶδα πεπραγμένʼ ἐκείνῳ δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἶμαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακονούστατον ἀνθρώπων ἁπάντων καὶ πολὺ τἀναντίʼ προσῆκεν ὑπειλημμένον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.1 Dem. 23.5 (English) >>Dem. 23.8

Powered by PhiloLogic